Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.56 | Dem. 23.60 (English) | >>Dem. 23.62 |
23.58καὶ μὴν εἴ τις ἐκεῖνʼ ὑπολαμβάνει , ποῦ δὲ γένοιτʼ ἂν ταῦτα ; τί κωλύει κἀμὲ λέγειν , τίς δʼ ἂν ἀποκτείναι Χαρίδημον ; ἀλλὰ μὴ τοῦτο σκοπῶμεν · ἀλλʼ ἐπειδήπερ ἐστὶ τὸ φεῦγον ψήφισμα οὐκ ἐπʼ ἤδη γεγενημένῳ τινὶ πράγματι , ἀλλʼ ἐπὶ τοιούτῳ ὃ μηδʼ εἰ γενήσεται μηδεὶς οἶδεν , τὸ μὲν τοῦ μέλλοντος ἔσεσθαι κοινὸν ἀμφοῖν ὑπαρχέτω , πρὸς δὲ τοῦθʼ ὑποθέντες ἀνθρωπίνως τὰς ἐλπίδας οὕτω σκοπῶμεν , ὡς τάχʼ ἄν , εἰ τύχοι , καὶ τούτων κἀκείνων συμβάντων .
23.59λύσασι μὲν τοίνυν τὸ ψήφισμα , ἂν ἄρα συμβῇ τι παθεῖν ἐκείνῳ , εἰσὶν αἱ κατὰ τοὺς νόμους ὑπὲρ αὐτοῦ τιμωρίαι · ἐῶσι δέ , ἂν ἄρʼ ἐκεῖνος ζῶν ἀδικῇ τινα , ἀνῄρηται τοῖς ὑβριζομένοις ἡ μετὰ τῶν νόμων δίκη . ὥστε πανταχῇ καὶ ἐναντίον ἐστὶ τοῖς νόμοις τὸ ψήφισμα καὶ λῦσαι συμφέρει .
λέγε τὸν μετὰ ταῦτα νόμον .
23.60
Νόμος
καὶ ἐὰν φέροντα ἢ ἄγοντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ ,νηποινεὶ τεθνάναι .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.56 | Dem. 23.60 (English) | >>Dem. 23.62 |